Πέμπτη, 28 Ιανουαρίου 2010

...ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ...


Νυνὶ δὲ πρᾶξις ἄλλη Χριστοῦ, καὶ ἄλλο μυστήριον। Οὐ δύναμαι κατέχειν τὴν ἡδονὴν, ἔνθεος γίνομαι, μικροῦ καὶ, ὡς Ἰωάννης, εὐαγγελίζομαι, εἰ καὶ μὴ πρόδρομος, ἀλλ᾿ ἀπὸ τῆς ἐρημίας. Χριστὸς φωτίζεται, συναναστράψωμεν·
Χριστὸς βαπτίζεται, συγκατέλθωμεν, ἵνα καὶ συνανέλθωμεν. Βαπτίζεται Ἰησοῦς· τοῦτο μόνον; ἢ καὶ τὰ ἄλλα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον; Τίς ὤν; καὶ παρὰ τίνος; καὶ κατὰ πηνίκα; Ὁ καθαρὸς, καὶ παρὰ Ἰωάννου, καὶ τῶν σημείων ἀρχόμενος; Ἵνα τί μάθωμεν, καὶ τί παιδευθῶμεν; Προκαθαίρεσθαι, καὶ ταπεινοφρονεῖν, καὶ κηρύσσειν ἐν τελειότητι, καὶ τῆς πνευματικῆς, καὶ τῆς σωματικῆς ἡλικίας. Ἐκεῖνο πρὸς τοὺς τὸ βάπτισμα σχεδιάζοντας, καὶ μὴ προευτρεπιζομένους, μηδὲ τὸ ἀσφαλὲς τῇ λυτρώσει χαριζομένους, διὰ τῆς εἰς τὸ καλὸν ἕξεως. Καὶ γὰρ εἰ ἄφεσιν ἔχει τῶν παρελθόντων τὸ χάρισμα (χάρισμα γὰρ), ἀλλὰ τότε μᾶλλον εὐλαβείας ἄξιον, μὴ πρὸς τὸν αὐτὸν ἔμετον ἐπανέλθωμεν. Τοῦτο πρὸς τοὺς ἐπαιρομένους κατὰ τῶν οἰκονόμων τοῦ μυστηρίου, ἂν ἀξίᾳ τινὶ προέχωσιν. Τὸ τρίτον πρὸς τοὺς θαῤῥοῦντας νεότητι, καὶ πάντα καιρὸν οἰομένους εἶναι διδασκαλίας, ἢ προεδρίας. Ἰησοῦς καθαίρεται· καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως; Ὑπὸ Ἰωάννου· καὶ σὺ κατεξανίστασαι τοῦ σοῦ κήρυκος; Τριακονταέτης ὤν· καὶ σὺ πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας, ἢ τὸ διδάσκειν πιστεύεις, οὔτε παρὰ τῆς ἡλικίας, οὔτε παρὰ τοῦ τρόπου τυχὸν ἔχων τὸ αἰδέσιμον; Εἶτα ὁ Δανιὴλ ἐνταῦθα, καὶ ὁ δεῖνα, νέοι κριταὶ, καὶ τὰ παραδείγματα ἐπὶ γλώσσης. Πᾶς γὰρ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος. Ἀλλ᾿ οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον· εἴπερ μηδὲ μία χελιδὼν ἔαρ ποιεῖ, μηδὲ γραμμὴ μία τὸν γεωμέτρην, ἢ πλοῦς εἷς τὸν θαλάττιον.
Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς· ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν· τὸ δὲ πρόδηλον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν᾿ ἐνθάψῃ τῷ ὕδατι· πρὸ δὲ τούτων καὶ διὰ τούτους, τὸν Ἰορδάνην· ὥσπερ ἦν πνεῦμα καὶ σὰρξ, οὕτω Πνεύματι τελειῶν καὶ ὕδατι. Οὐ δέχεται ὁ Βαπτιστής· ὁ Ἰησοῦς ἀγωνίζεται· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, ὁ λύχνος τῷ Ἡλίῳ φησὶν, ἡ φωνὴ τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, τῷ Πρωτοτόκῳ πάσης κτίσεως, ὁ προσκιρτήσας ἀπὸ γαστρὸς, τῷ ἐν γαστρὶ προσκυνηθέντι, ὁ προδραμὼν καὶ προδραμούμενος, τῷ φανέντι καὶ φανησομένῳ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· πρόσθες καὶ τὸ, ὑπὲρ σοῦ. Ἤ,δει γὰρ τῷ μαρτυρίῳ βαπτισθησόμενος· ἢ, ὡς Πέτρος, μὴ τοὺς πόδας μόνον καθαρθησόμενος. Καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ τοῦτο προφητικόν. Ἤ,δει γὰρ ὡς μετὰ Ἡρώδην, Πιλᾶτον μανησόμενον, οὕτως αὐτῷ προαπελθόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. Ἤ δει γὰρ μετ᾿ ὀλίγον, αὐτὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθεραπεύτου ψυχῆς ἡ ἐκτομὴ, καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην, τῷ πατρὶ, καὶ τῇ μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις ὁ βαπτίζων Ἰησοῦν, ὁ τῆς ἐρημίας καὶ ἄτροφος, ὁ νέος Ἡλίας, ὁ προφήτου περισσότερος, ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες, ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος, καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον, μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι, καὶ νηπίοις ἐν Χριστῷ, ἀλλ᾿ οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι.
Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖς μετ᾿ αὐτὸν, ὥσπερ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὸν παράδεισον. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τὴν θεότητα· τῷ γὰρ ὁμοίῳ προστρέχει· καὶ ἡ ἐξ οὐρανῶν φωνή· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος· καὶ ὡς περιστερὰ, τιμᾷ γὰρ τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο τῇ θεώσει Θεὸς, σωματικῶς ὁρωμένη. Καὶ ἅμα πόῤῥωθεν εἴθισται περιστερὰ κατακλυσμοῦ λύσιν εὐαγγελίζεσθαι. Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα, καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα, ὅτι ἐν εἴδει περιστερᾶς, ὦ μικρόλογε περὶ τὰ μέγιστα, ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται· καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται, καὶ λευιαθὰν, καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν· ὁ δὲ ἀμνὸς, καὶ μαργαρίτης, καὶ σταγὼν, καὶ τὰ τοιαῦτα προσαγορεύεται.
Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι᾿ ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν, ἵν᾿ ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς, ἀλλ᾿ ἐν ὕδατι· καὶ πρὸ τούτου, ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα, τοῦ ὕδατος· ἡ νεφέλη, τοῦ Πνεύματος· τὸ μάννα, τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα, τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκ ἔτι μὲν Ἰουδαικῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ, ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ᾿ ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς, ἵνα τι παραθαῤῥήσω μικρὸν, ἐξ οὗ καὶ σὺ γίνῃ Θεός;


Ἅγιος Γρηγόριος ὁ Θεολόγος
Λόγος εἰς τὰ Ἅγια Φῶτα
ἀπόσπασμα। ΠΗΓΗ:
http://users.uoa.gr/~nektar/orthodoxy/paterikon/grhgorios_8eologos_logoi.htm#39

Εις απάντησιν νυκτερινής φίλου τινός απορίας... Η σειρά των ωδών ας αναμένει έτι... Επιφυλασσομένη διατελώ μετά νυσταγμένων ορθρινών ευχών...

Τετάρτη, 20 Ιανουαρίου 2010

"Όχι μονάχα για τα σε"

Σοφία Σειράχ


Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι Αυτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὅ ἐὰν ἐπαχθῇ σοι δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον. Ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
β ΄ 1-5


Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε.
Τὶς ἐνεπίστευσε τῷ Κυρίῳ καὶ κατησχύνθη; ἤ τὶς ἐνέμεινε τῷ φόβῳ Αὐτοῦ καὶ ἐγκατελείφθη; ἤ τὶς ἐπεκαλέσατο Αὐτὸν καὶ ὑπερεῖδεν Αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησι ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
β ΄ 10-11

Δευτέρα, 4 Ιανουαρίου 2010

Ρίξε στο κορμί μου σπίρτο

Βράδυ Σαββάτου, "ταβέρνα με μουσική" στου Ψυρρή, δίσκοι με λουλούδια (τα οποία απ' ότι πληροφορούμαι σύχναζαν προηγουμένως σε νεκρώσιμα στέφανα στα ανά την αττική νεκροταφεία), τσιφτετέλι πάνω στα τραπέζια, και η τραγουδίστρια ξεφωνίζει μέσα στα έκπληκτα αυτιά μου

" Αγάπη που 'γινες Σώμα κι Αίμα
χωρίς Εσένα όλα είναι ξενιτειές

Ρίξε στο κορμί μου σπίρτο να πυρποληθω..."

Και με τύλιξε σαν ομίχλη και σαν φως από παντού αυτό το " ο εμός έρως εσταύρωται ".

Τρεις μέρες μετά.

" Ἀγαποῦσα τὰ γράμματα, τὴν τέχνη˙ μὲ ἔπεισαν πὼς ἄν μὲ ἀπασχολοῦσαν ὁλωσδιόλου θὰ ἦταν ἡ καταστροφή μου. Αὐτὴ τὴν ἀπαγὀρευσι τὴν ἐσυμβόλιζα, τὸν πρῶτο χρόνο τῶν σπουδῶν μου στὸ Παρίσι, μ’ ἕνα πιστόλι γεμάτο, ποὺ ἔβλεπα νὰ μὲ σημαδεύει ἀπ’το μάρμαρο τοῦ τζακιοῦ, κάθε φορὰ ποὺ ξένες σκέψεις μ’ἔκαναν νὰ σηκώσω τὰ μάτια ἀπὸ τὸ βιβλίο τῶν νομικῶν ποὺ μελετοῦσα. Ὅση δουλειὰ ἔκανα γιὰ τὰ γράμματα ἦταν τὸ ἀποτέλεσμα μιᾶς ἐξουθενωμένης θέλησης. Τώρα καταλαβαίνω πόσο μοῦ στοίχισε αὐτὴ ἡ πάλη μὲ τὴν θέλησί μου. Μιὰ πάλη ποὺ ἔπρεπε νὰ καταστρέψει τὰ πιὸ ζωντανὰ ἔνστικτά μου. Δὲν ἤξερα τότε πὼς δὲν μπορεῖ ὁ ἄνθρωπος νὰ θελήσει ὅ,τι τοῦ καπνίσει νὰ θελήσει. Ἔτσι καταστρώθηκε ἕνα πρόγραμμα ζωῆς καὶ ἐργασίας ἀφηρημένο, παράλογο, ἔξω ἀπὸ κάθε δική μου πραγματικότητα. Νόμιζα πὼς ἦταν ἕνα ἁπλὸ ζήτημα πειθαρχίας, ἐνῶ ἔπρεπε νὰ καταστρέψω ὡς τὴν τελευταῖα κλωστὴ ἀλήθειας ποὺ εἴχα μέσα μου, ἐνῶ ἔπρεπε νὰ ξορκίσω τὴν ψυχή μου.
Τὸ μόνο ποὺ κατάφερα εἶναι νὰ γίνω παράλυτος. Τώρα ξέρω πὼς τίποτε δὲν ἐνδιαφέρει στὸ δρόμο ὅπου μπῆκα μὲ τόσο κόπο˙ ξέρω πώς, πραγματικά, σ’αὐτὸ τὸ δρόμο, ὁποιαδήποτε πράξη, ὅσο ἐπιτυχὴς κι ἄν εἶναι, δὲν ἔχει τίποτε νὰ κάνει μὲ τὸ ἀληθινό μου χρέος.
Νὰ τα ξαναρχίσω ὅλα, δὲν εἶναι πιὰ καιρός. Ἀλλὰ τώρα ποὺ ρωτιέμαι γιὰ ποιὸ λόγο δὲν παραμέρισα τὶς δυσκολίες, ὅποιες κι ἄν ἦταν, γιατὶ δὲν ἄρχισα ὅπως ἔπρεπε ν’ ἀρχίσω, βρίσκω (ἐκτὸς ἀπὸ τὴν ἀπουσία ὁποιασδήποτε ἐνθάρρυνσης, τὴ μηδαμινὴ διορατικότητα ἑνὸς νέου καὶ τὶς ὑλικὲς καταστροφές) κυρίως τοῦτο: μιὰν ὑπερβολικὴ ὑπερηφάνεια καὶ μιὰν ἀνυπομονησία νὰ φτάσω στὸ τέλειο, ποὺ μοῦ ὑπονόμευαν κάθε αὐτοπεποίθηση."

Γιῶργος Σεφέρης
Μέρες Α’