Παρασκευή, 19 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Παρασκευή , Α΄ Νηστειῶν. Ἐκ τοῦ Δ΄ Λόγου , Περί Ὑπακοῆς. Β΄ Μέρος.


• Σιωπὴν ἐσχάτην καὶ ἄγνοιαν ἐπὶ τοῦ προεστῶτος ἀσκήσωμεν˙ ἀνὴρ γὰρ σιωπηλός, φιλοσοφίας υἱός, γνῶσιν πολλὴν πάντοτε κτώμενος.

• Πάσῃ νήψει νήψωμεν καὶ τηρήσει τηρήσωμεν καὶ φυλακῇ φυλαξώμεθα, πότε καὶ πῶς ἡ διακονία τῆς προσευχῆς ὀφείλει προκρίνεσθαι˙ οὐ γὰρ πάντοτε πάντως. Πρόσεχε σεαυτῷ τοῖς ἀδελφοῖς σου συμπαρὼν καὶ μὴ σπεῦδε δικαιότερος αὐτῶν φαίνεσθαι ἔν τινι τὸ παράπαν˙ δύο γὰρ ἐργάσῃ κακά˙ ἐκείνους μὲν διὰ τῆς σῆς ψευδεπιπλάστου σπουδῆς πλήξας, ἑαυτῷ δὲ ἐκ παντὸς τρόπου ὑψηλοφροσύνην προξενήσας.

• Γίνου σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων˙ μὴ σχήματι˙ μὴ λόγω˙ μὴ αἰνίγματι˙ καὶ τοῦτο εἵπερ τοῦ ἐξουδενεῖν τὸν πλησίον πέπαυσαι˙ εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας, γίνου τοῖς ἀδελφοῖς σου ὅμοιος καὶ μὴ τῇ οἰήσει ἀνόμοιος.

• Πῖνε προθύμως μυκτηρισμὸν ὡς ὕδωρ ζωῆς παρὰ παντὸς ἀνθρώπου, ποτίζειν σε τὸ καθάρσιον τῆς λαγνείας ζητοῦντος˙ τότε γὰρ ἀνατελεῖ ἁγνεία βαθεῖᾳ ἐν τῇ ψυχῇ καὶ φῶς Θεοῦ οὐκ ἐκλείψει ἐκ τῆς καρδίας σου.

• Μὴ γίνου ἄλογος σιωπητικός, ἑτέροις ταραχὴν καὶ πικρίαν προξενῶν˙ μηδὲ νωθρὸς τῷ ἤθει καὶ τῷ βήματι, σπουδάζειν ἐπιτρεπόμενος˙ εἰ δὲ μή, τῶν μαινομένων καὶ ταραχωδῶν χείρων καθέστηκας.

• Μὴ ἀθύμει κλεπτόμενος˙ ἀλλ’ εὐθύμει, τὸν νοῦν ἀεὶ ἀνακαλούμενος˙ ἀγγέλου γὰρ μόνον τὸ ἄσυλον.

• Οὐδὲν οὕτω τὴν ἀκαρπίαν, ὡς ἀνυπομονησία κατεργάζεται.

• Ἐὰν τῆς δεσποίνης (τῆς κοιλίας) ἄρξῃς, πᾶν σοι κάθισμα προξενήσει ἀπάθειαν˙ ἐκείνης δὲ ἀρχούσης, ἐκτὸς μνήματος πανταχοῦ κινδυνεύσεις.

• Κύριος μὲν σοφοῖ τυφλούς, τοὺς τῶν ὑπηκόων ὀφθαλμούς, ἐν ταῖς τοῦ διδασκάλου ἀρεταῖς, ἐν δὲ ταῖς ἐλλείψεσι σκοτοῖ˙ ὁ δὲ μισόκαλος τοὐναντίον.

• Πάντοτε μέν, ἐπὶ πλεῖον δὲ ἐν ταῖς ὑμνῳδίαις τὸ ἡσύχιον καὶ ἀτάραχον τηρήσωμεν˙ σκοπὸς γὰρ τοῖς δαίμοσι διὰ ταραχῶν τὴν προσευχὴ ἀφανίζειν.

• Διακονῶν ἐστι, σώματι μὲν ἀνθρώποις παρεστῶς, νοῒ δὲ ἐν οὐρανοῖς διὰ προσευχῆς κρούων.

• Τοῦτο πίστεως ἀληθεστάτης γνώρισμα, τὸ τὰ ἐναντία τῶν ἐλπιζομένων γινόμενα θεωροῦντας, πείθεσθαι τοῖς προστάττουσιν ἀδιστάκτως.

• Ἀδύνατον τοὺς τέχνην μανθάνοντας ὁλοψύχως, μὴ καθ’ ἡμέραν προκόπτειν ἐν αὐτῇ.

• Ἄριστος τραπεζίτης καθ’ ἑσπέραν τὸ τῆς ἡμέρας κέρδος ἤ τὴν ζημίαν πάντως ψηφίζει˙ οὐ δύναται δὲ σαφῶς γνῶναι, εἰ μὴ καθ’ ὥραν ἐν τῷ πίνακι σημειοῦται˙ τὰ γὰρ καθ’ ὥραν λογοθέσια τὸ καθημερινὸν ἐμφανίζουσιν.

• Ὅταν ὀνειδιζόμενος ἤ κατακραζόμενος ὁ ἄφρων δάκνηται, καὶ ἀντιλέγειν δοκιμάζει ἤ συντόμως τῷ ἐπιπλήττοντι μετάνοιαν δίδωσιν˙ οὐ ταπεινώσεως χάριν, ἀλλὰ τοὺς ὀνειδισμοὺς παῦσαι βουλόμενος. Σκωπτόμενος σιώπα καὶ καταδέχου ψυχῆς καυστῆρας, μᾶλλον δὲ ἁγνείας φωστῆρας. Παυσαμένου τοῦ ἰατροῦ, τότε τούτῳ μετανόει˙ ἐν τῷ θυμῷ γὰρ ἴσως οὐδὲ τὴν μετάνοιαν δέχεται.

• Ὅταν ἐπιπλησσόμενος παρὰ τοῦ πατρὸς ἀπαύστως, πλείονα τὴν πρὸς αὐτὸν πίστιν καὶ ἀγάπην προσλαμβάνῃς, Πνεῦμα Ἅγιον ἀοράτως ἐνῴκησε τῇ ψυχῇ σου, καὶ δύναμις Ὑψίστου ἐπεσκίασέ σοι˙ πλὴν μὴ καυχῶ μηδὲ χαῖρε γενναίως ὑποφέρειν τὰς ὕβρεις καὶ τὰς ἀτιμίας˙ ἀλλὰ μᾶλλον θρήνει, ὅτι ὅλως ἄξιόν τι ὕβρεως διεπράξω καὶ ἐτάραξας ψυχὴν κατὰ σοῦ.

• Ὥσπερ τὰ δένδρα ὑπὸ τῶν ἀνέμων σειόμενα βαθείας ρίζας καταβάλλουσιν, οὕτω καὶ οἱ ἐν ὑπακοῇ διάγοντες ἰσχυρὰς καὶ ἀσαλεύτους κέκτηνται τὰς ψυχάς.

Ἰσάριθμος εὐαγγελιστῶν βαθμός˙ ὁ ἀθλητὴς στῆκε τρέχων ἀφόβως.

Πέμπτη, 18 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Πέμπτη , Α΄ Νηστειῶν. Ἐκ τοῦ Δ΄ Λόγου , Περί Ὑπακοῆς. Α΄ Μέρος.


• Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος˙ πάσης δὲ ὑπακοῆς ξενιτεία˙ ἤ σώματος ἤ θελήματος.

• Ἴστανται δὲ οὐ σύμποδες (οἱ ἀνδρεῖοι πολεμισταί)˙ ἀλλὰ τὸν μὲν εἰς διακονίαν προτείνοντες, τὸν δὲ ἐπὶ προσευχὴν ἀκίνητον ἔχοντες.

• Ὑπακοὴ ἐστίν μνῆμα θελήσεως καὶ ἔγερσις ταπεινώσεως.

• Ὑπακοὴ ἐστὶν ἀπόθεσις διακρίσεως ἐν πλούτῳ διακρίσεως.

• Ἀρχὴ μὲν νεκρώσεως, καὶ μέλους καὶ σώματος καὶ ψυχῆς θελήματος, πόνος˙ μεσότης δε, πότε μὲν πόνος, πότε δὲ ἀπονία˙ τέλος δε, ἀκινησία λοιπόν καὶ ἀναισθησία πόνου.

• Καθ’ ὅσον γὰρ ἡ πίστις θάλλει ἐν τῇ καρδία, κατὰ τοσοῦτον καὶ τὸ σῶμα σπεύδει ἐν τῇ διακονίᾳ˙ ἐπὰν δὲ εἰς ἀπιστίαν προσκόψῃ, ἔπεσε˙ πᾶν γάρ, ὅ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

• Ἐπὰν σὲ ὁ λογισμὸς ἀνακρῖναι ἤ κατακρῖναι τὸν προηγούμενον ὑποβάλλῃ, ὡς ἀπὸ πορνείας ἀποπήδησον. Μηδόλως τῷ ὄφει τούτῳ ἄδειαν παράσχῃς˙ μὴ τόπον, μὴ εἴσοδον, μὴ ἀρχήν. Φθέγγου δὲ πρὸς τὸν δράκοντα˙ ὦ ἀπατεών, οὐκ ἐγὼ τοῦ ἄρχοντος, ἀλλ’ αὐτὸς τὸ ἐμὸν κρῖμα ἀνεδέξατο˙ οὐκ ἐγὼ ἐκείνου, ἀλλ’ αὐτὸς ἐμοῦ κατέστη κριτής.

• Ἀγάπης μὲν γὰρ ἐδέδετο παρ’ αὐτοῖς δεσμὸς ἄλυτος, καὶ τὸ δὴ θαυμαστότερον, πάσης παρρησίας καὶ ἀργολογίας ἀπηλλαγμένης.

• Ἔξωθεν μὲν ἠπίους ὅλους, προσηνεῖς, φαιδρούς, ἄπλαστον ἔχοντας καὶ ἀνεπητήδευτον καὶ ἀνόθευτον καὶ τὸν λόγον καὶ τὸ ἦθος˙πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον˙ ἔσωθεν δὲ τῇ ψυχῇ τὸν Θεὸν αὐτὸν καὶ τὸν προεστῶτα ὅσῳ καὶ νήπια ἀκέραια ἀναπνέοντας.

• …πρὸς Κύριον δι’ ἂδοξίας ἐνδόξως ἐπεδήμησε…

• Ἐπὰν τὶς εἰς ἁπλότητα καὶ ἑκούσιον ἀκακίαν ἐκδῷ ἑαυτόν, οὐκέτι τῷ πονηρῷ δίδωσι χώραν ἤ ὥραν καθ’ ἑαυτοῦ.

• Ψυχὴ δεθεῖσα διὰ Χριστοῦ ἀγάπῃ Ποιμένος καὶ πίστει, μέχρις αἵματος οὐκ ἀφίσταται, καὶ μάλιστα εἰ εὐεργετηθεῖσα ἐπὶ μώλωψι ποτὲ τύχοι παρ’αὐτοῦ. Ἡ δὲ μὴ οὕτω δεθεῖσα καὶ παγεῖσα καὶ κολληθεῖσα, εἰ οὐκ εἰκῆ τὴν ἐν τῷ τόπῳ περαίνει διατριβήν, πάνυ θαυμάζω˙ ἐπιπλάστῳ γὰρ συνῆπται ὑποταγῇ.

• Δέχεται ὁ καλὸς τῆς ὑπομονῆς διάκονος καὶ τῆς καρτερίας ἀρχιδιάκονος, τὸν τοῦ πατρὸς ὅρον καὶ λόγον ἀλύπως οὕτως ὡς ἑτέρου ἐπιτιμηθέντος καὶ ούκ αὐτοῦ.

• Ἀγγέλων ἔστι τὸ μὴ πίπτειν˙ ἀνθρώπων δὲ τὸ πίπτειν καὶ πάλιν ἀνίστασθαι, ὁσάκις ἄν τοῦτο συμβῇ˙ δαιμόνων δὲ μόνων το, πεσόντας ἅπαξ, μηδέποτε αὖθις ἐγείρεσθαι.

• Ζῶσαι ὥσπερ ἀνήρ (Χριστὸς ὁ Θεός) τὴν ὀσφὺν σου λεντίῳ ὑπακοῆς καὶ ἀναστὰς ἐκ τοῦ δείπνου τῆς ἡσυχίας νίψον πόδας ἀδελφῶν ἐν συντετριμμένῳ πνεύματι˙ μᾶλλον δὲ κυλίου ὑπὸ πόδας συνοδίας ἐν καταβεβλημένῳ φρονήματι.

• Στῆσον πυλωροὺς ἀποτόμους ἐν πύλῃ καρδίας σου.
-Κράτει νοῦν ἀκράτητον ἐν περισπωμένῳ σώματι.
-Ἄσκει νοερὰν ἡσυχίαν ἐν κινουμένοις καὶ σαλευομένοις μέλεσιν, τὸ πάντων παραδοξότατον.
-Γίνου ἀπτόητος ψυχὴ μεταξὺ τῶν θορύβων.
-Ἄγχε γλῶτταν προπηδᾶν ἐν ἀντιλογίαις μαινομένην.
-Πάλαιε τῇ δεσποίνῃ ταύτῃ (τῇ κοιλίᾳ) ἑβδομηκοντάκις ἑπτὰ ταῆς ἡμέρας.
-Πῆξον ἐν ξύλῳ ψυχῆς σταυρῷ νοῦν ἄκμονα, δι’ ἀλλεπαλλήλων σφυρῶν καὶ κτύπων τυπτούμενον, ἐμπαιζόμενον, λοιδωρούμενον, χλευαζόμενον, ἀδικούμενον καὶ μηδαμῶς ἐκλυόμενον, μηδὲ θραῦσιν ὑπομένοντα, ἀλλ’ὅλον λεῖον καὶ ἀκίνητον ὑπάρχοντα.
-Ἀπόδυσον θέλημα ὡς αἰσχύνης περιβολὴν καὶ γυμνὸς τοῦτου ἐν τῷ σκάμματι εἴσελθε, τὸ σπάνιον καὶ δυσεύρετον.
-Ἔνδυσαι πίστεως θώρακα πρὸς τὸν ἀγωνοθέτην, ὑπὸ ἀπιστίας μὴ διαλυόμενον μηδὲ τιτρωσκόμενον.
-Κράτει χαλινῷ σωφροσύνης ἁφῆς, ἀφειδῶς προπηδώσης.
-Ἄγχε ὀφθαλμὀν μελέτῃ θανάτου, μεγέθη καὶ ὥρας σωμάτων περιεργάζεσθαι καθ’ ὥραν βουλόμενον.
-Φίμου νοῦν περίεργον ἐν οἰκείᾳ μερίμνῃ, τὸν ἀδελφὸν κατακρίνειν ἐν ἀμελείᾳ βουλόμενον, εἴργων καὶ πᾶσαν ἀγάπην καὶ συμπάθειαν πρὸς τὸν πλησίον ἀφανῶς ἐμφανίζων.

• Τὸ μὲν θαυμάζειν τοὺς πόνους τῶν ἁγίων, καλόν˙ τὸ δὲ ζηλοῦν, σωτηρίας πρόξενον˙ τὸ δὲ ὑφ’ ἕν τὴν ἐκείνων ἐθέλειν μιμεῖσθαι πολιτείαν, ἄλογον καὶ ἀμήχανον.

• Δακνόμενοι ἐπὶ τοῖς ἐλέγχοις, τῶν ἡμετέρων ἁμαρτημάτων μνημονεύσωμεν˙ ἄχρις οὗ ὁ Κύριος τὴν βίαν ἡμῶν τῶν βιαστῶν αὐτοῦ ὁρῶν, ταῦτα ἐξαλείψῃ, καὶ τὴν δάκνουσαν ἡμᾶς ἐν τῇ καρδίᾳ ὀδύνην εἰς χαρὰν μεταποιήσῃ.

• Εἴ τὶς ἔλεγχον δίκαιον ἤ ἄδικον ἐξ ἑαυτοῦ ἀπερρίψατο, οὗτος τὴν ἑαυτοῦ σωτηρίαν ἠρνήσατο˙ εἰ δὲ τὶς τοῦτον μετὰ πόνου ἤ καὶ ἀπόνως ἐδέξατο, ταχέως τῆς τῶν ἑαυτοῦ πταισμάτων ἀφέσεως τεύξεται.

• Θεῷ νοερῶς τὴν πρὸς τὸν σὸν Πατέρα πίστιν καὶ ἀγάπην εἰλικρινῆ ὑποδείκνυε, κἀκεῖνος ἀγνώστως τοῦτον λοιπὸν πληροφορήσει κατὰ τὴν σὴν πρὸς αὐτὸν διάθεσιν προστεθῆναι καὶ οίκειωθῆναί σοι.

• Εἴ τὶς τὴν ἑαυτοῦ φιλαδελφίαν καὶ κυρίως ἀγάπην ἐπιγνῶναι βούλεται, ἐν τούτῳ πληροφορείσθω˙ ὅταν ἑαυτὸν ὁρᾷ πενθοῦντα ἐπὶ τοῖς τοῦ ἀφελφοῦ σφάλμασι, καὶ ἀγαλλόμενον αὗθις ἐπὶ ταῖς ἐκείνου προκοπαῖς καὶ χαρίσμασιν.

• Ὁ ἐν διαλέξει τὸν ἑαυτοῦ λόγον, εἰ καὶ ἀληθῆ λέγει, στῆσαι βουλόμενος, γινωσκέτω τὴν τοῦ διαβόλου νόσον νοσεῖν.

• Ὁ λόγῳ μὴ ὑποβεβηκώς, δηλονότι οὐδὲ καὶ ἔργῳ.

• Ψυχὴ ἐξαγόρευσιν ἐννοουμένη, ὡς ἀπὸ χαλινοῦ ταύτης κατέχεται μὴ ἐξαμαρτάνειν. Τὰ γὰρ ἀνεξαγόρευτα, ὡς ἐν σκότει ἀδεῶς λοιπὸν πράττομεν.

• Ὁπόταν, τοῦ προεστῶτος ἀπόντος, τὸ αὐτοῦ πρόσωπον ἐξεικονίζοντες, τοῦτον παρίστασθαι ἡμῖν νομίζομεν, καὶ πᾶσαν συντυχίαν ἤ λόγον ἤ βρῶσιν ἤ ὕπνον ἤ ἄλλο τι πρὸς ὅ ὑπειλήφαμεν ἀηδῶς αὐτὸν ἔχειν ἀποστρεφώμεθα, τότε ἀληθῶς ὑπακοὴν ἀνόθευτον μετερχόμεθα. Οἱ μὲν νόθοι τῶν παίδν χαρὰν τὴν τοῦ διδασκάλου ἀπουσίαν ἡγοῦνται˙ οἱ δὲ γνήσιοι ζημίαν ταύτην λογίζονται.

• Πολλάκις ἡ τῶν δοκούντων έν ἡμῖν ἀγαθῶν οἰκονομικὴ ἀφαίρεσις βαθυτάτης ἡμῖν ταπεινοφροσύνης γίνεται πρόξενος.

• Ἀνάγκη τὴν θάλασσαν θολωθῆναι καὶ ταραχθῆναι καὶ ἀγριωθῆναι, ἵνα τότε τὴν ὕλην ἥνπερ οἱ ποταμοὶ τῶν παθῶν καὶ πάσαν σαπρίαν καὶ χόρτον ἐν αὐτῇ κατήγαγον, δι’ αὐτῶν πάλιν ἐν τῇ γῇ ἀπορρίψηται. Ἐπισκεψώμεθα καὶ εὑρήσωμεν μετὰ τὴν ἐν τῇ θαλάσσῃ ζάλην βαθεῖαν γινομένην γαλήνην.

• Γύμνου, γύμνου σὸν μώλωπα τῷ ἰατρῷ˙ εἰπὲ καὶ μὴ αἰσχυνθῇς, ἐμὸν τὸ τραῦμα πάτερ, ἐμὴ ἡ πληγή˙ ἐξ οἰκείας ραθυμίας καὶ μὴ ἐξ ἑτέρου προσγινομένη. Οὐδεὶς ταύτης αἴτιος˙ οὐκ ἄνθρωπος, οὐ πνεῦμα, οὐ σῶμα, οὔ τι ἕτερον, ἀλλ’ ἡ ἐμὴ ἀμέλεια˙ γίνου καὶ τῷ ἤθει καὶ τῷ εἴδει καὶ τῷ λογισμῷ ὡς κατάδικος ἐπὶ τῇ ἐξομολογήσει εἰς γῆν νενευκὼς καὶ, εἰ δυνατὸν, τοὺς τοῦ ἰατροῦ καὶ κριτοῦ πόδας ὡς τοῦ Χριστοῦ δάκρυσι βρέχων.

• Μὴ θαμβηθῶμεν καὶ μετ’ ἐξομολόγησιν πολεμούμενοι˙ ἄμεινον γὰρ λογισμοῖς καὶ μὴ οἰήσει παλαίειν.

• Μὴ φεῦγε χεῖρας τοῦ τῷ Κυρίῳ σὲ προσενέγκαντος˙ οὐκ αἰδεσθήσῃ γὰρ ὡς αὐτὸν ἐν τῇ ζωῇ σού τινα.

Τετάρτη, 17 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Τετάρτη, Α΄ Νηστειῶν. Ἐκ τοῦ Γ΄ Λόγου , Περί Ξενιτείας.

• Ξενιτεία ἐστιν, ἀπαρρησίαστον ἦθος, ἄγνωστος σοφία, ἀδημοσίευτος σύνεσις, ἀπόκρυφος βίος, ἀθεώρητος σκοπός, ἀφανὴς λογισμός, εὐτελείας ὄρεξις, στενοχωρίας ἐπιθυμία, πόθου θείου ὑπόθεσις, ἔρωτος πλῆθος, κενοδοξίας ἄρνησις, σιωπῆς βυθός.

• Δεξάμενος φλόγα, τρέχε˙ οὐ γὰρ γινώσκεις πότε σβέννυται καὶ ἐν σκοτίᾳ σὲ καταλείψει.

• Ὁ ξενιτεύσας διὰ τὸν Κύριον, οὐκέτι σχέσεις ἔσχηκεν˙ ἵνα μὴ φανῇ διὰ πάθη πλαζόμενος. Ὁ κόσμου ξενιτεύων, μηκέτι κόσμου προσψαύσῃ˙ πεφύκασι γὰρ τὰ πάθη φιλεπίστροφα εἶναι.

• Ἀπόφευγε ὡς ἀπὸ μάστιγος τοὺς τῶν πτωμάτων τόπους. Καρποῦ γὰρ μὴ παρόντος, οὐ συχνῶς ὀρεγόμεθα.

• Μὴ τὴν γυναῖκα, ἀλλ’ αὐτὸν τὸν Λώτ μιμεῖσθαι σπουδάσωμεν˙ ψυχὴ γὰρ στραφεῖσα ὄθεν ἐξῆλθε, ὡς τὸ ἅλας μωρανθήσεται, καὶ ἀκίνητος μενεῖ τοῦ λοιπού.

• Φεῦγε Αἴγυπτον ἀμεταστρεπτί˙ αἱ γὰρ στραφεῖσαι καρδίαι ἐκεῖ, τὴν γῆν τῆς ἀπαθείας Ἰερουσαλὴμ οὐκ ἐθεάσαντο.

• Καλὸν λυπῆσαι γονεῖς καὶ μὴ Κύριον. Ὁ μὲν γὰρ ἔπλασέ τε καὶ ἔσωσεν˙ οἱ δὲ πολλάκις οὕς ἠγάπησαν ἀπώλεσαν καὶ τῇ κολάσει παρέδωκαν.

• Ἔστω σοι πατήρ, ὁ πρὸς τὸ φορτίον τῶν ἁμαρτημάτων συγκοπιάσαι δυνάμενος καὶ βουλόμενος˙ μήτηρ δὲ ἡ κατάνυξις, ἡ ἀποπλῦναί σε τοῦ ρύπου ἰσχύουσα˙ ἀδελφός δε, ὁ πρὸς τὸν δρόμον τὸν ἄνω συμπονῶν καὶ συναμιλλώμενος˙ κτῆσαι σύμβιον ἀναπόσπαστον, μνήμη θανάτου˙ τέκνα δε σου φίλτατα ἔστωσαν, στεναγμοὶ καρδίας˙ δοῦλον κτῆσαι, σὸν σῶμα˙ φίλους δε, τὰς ἁγίας δυνάμεις, αἵτινες ἐν καιρῷ ἐξόδου ὠφελῆσαί σε δύνανται, ἐὰν φίλοι σου γένωνται˙ αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.

• Ὅρα, ὅρα, μή πως ὑδάτων σοι πάντα συμπεπληρωμένα φανῇ, τὴν προσπάθειαν τῶν οἰκείων σου ἀγαπῶντι, καὶ τῷ κατακλυσμῷ τῆς φιλοκοσμίας συναπέλθῃς. Μὴ οἰκτειρήσῃς γονέων καὶ φίλων δάκρυα˙ εἰ δὲ μὴ αίωνίως μέλλεις δακρύειν.

• Ὁπόταν σὲ περικυκλώσωσιν ὥσπερ μέλισσαι, μᾶλλον δὲ σφῆκες, θρῆνον οἱ ἴδιοι ποιούμενοι ἐπὶ σοι, συντόμως πρὸς τὸν σὸν θάνατον καὶ τὰς πράξεις τὸ τῆς ψυχῆς ὄμμα ἀμεταστρέπτως ἀτένισον, ἵνα πόνον πόνῳ δυνηθῇς ἀποπέμψασθαι.

• Ἡ τῶν τόπων ἡμῶν ἀναχώρησις ἔστω πρὸς τὰ ἀπαρακλητικώτερα καὶ ἀκενοδοξότερα μέρη. Εἰ δε μη, μετὰ πάθους πετόμεθα.

• Ὁ τῆς ἀγάπης νόμος καὶ πρὸς τὰ ὑπὲρ δύναμιν ἐκβιαστής.

Ὁ τρίτος Τριάδος ἰσάριθμος δρόμος˙ ὁ ἐπιβεβηκώς,
μὴ περιβλέψῃ δεξιὰ ἤ ἀριστερά.

Τρίτη, 16 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Τρίτη, Α΄ Νηστειῶν. Ἐκ τοῦ Β΄ Λόγου , Περί Ἀπροσπαθείας.


• Πρόσχωμεν ἑαυτοῖς, μὴ ποτε τὴν στενὴν καὶ τεθλιμμένην λέγοντες ὁδεύειν ὁδόν, τὴν πλατεῖαν καὶ εὐρύχωρον κατέχοντες, ἐπλανήθημεν.

Στενὴν ὁδὸν ἐμφανίσει σοι

θλῖψις κοιλίας
στάσις παννύχιος
μέτρον ὕδατος
ἄρτου ἔνδεια
ἀτιμίας πόμα καθάρσιον
μυκτηρισμοί
καταγέλωτες
ἐμπαιγμοί
ἐκκοπὴ θελημάτων οἰκείων
προσκρούσεων ὑπομονή
περιφρονήσεως ἀγογγυσία
ὕβρεων βία
ἀδικούμενον ὑπομένειν ἰσχυρῶς
καταλαλούμενον μὴ ἀγανακτεῖν
ἐξουθενούμενον μὴ ὀργίζεσθαι
κατακρινόμενον ταπεινοῦσθαι

• Οὐδεὶς ἐν τῷ οὐρανίῳ νυμφῶνι στεφανηφορῶν εἰσελεύσεται, εἰ μὴ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην ἀποταγὴν ἀποταξάμενος˙ λέγω δή, τὴν πάντων τῶν πραγμάτων καὶ ἀνθρώπων καὶ γονέων˙ καὶ τὴν ἐκκοπὴν τοῦ ἰδίου θελήματος˙ καὶ τρίτην ἀποταγὴν τῆς κενοδοξίας τῆς ἐπακολουθούσης τῇ ὑπακοῇ.

• Ὅσοι νέοι περί τοὺς τῶν σωμάτων ἔρωτας καὶ τὴν τρυφὴν ἐμμανῶς διάκεινται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσοχῇ σπουδαζέτωσαν ἑαυτοὺς γυμνάσαι, καὶ πεῖσαι πάσης τρυφῆς καὶ πονηρίας ἀπέχεσθαι˙ μήπως αὐτοῖς γένωνται τὰ ἔσχατα χείρονα τῶν πρώτων.

• Δευτέρα ἀνάβασις˙ ὁ τρέχων μὴ τὴν σύζυγον, ἀλλ’ αὐτὸν τὸν Λώτ μιμούμενος, φεῦγε!

Δευτέρα, 15 Φεβρουαρίου 2010

Ἀφιέρωμα: ΚΛΙΜΑΞ.Δευτέρα Α΄ Νηστειῶν. Ἐκ τοῦ Α΄ Λόγου, Περὶ Ἀποταγῆς .


• Ἀσεβὴς ἐστι, φύσις λογική, θνητή, ἐκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητήν, τὸν ἀεὶ ὄντα, ὡς οὐκ ὄντα λογιζομένη.

• Παράνομός ἐστιν, ὁ τὸν νόμον τὸν ἐκ τοῦ Θεοῦ μετ’ οἰκείας κακονοίας κατέχων, καὶ μεθ’ αἱρέσεως ἐναντίας Θεῷ πιστεύειν νομίζων.

• Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, λόγοις καὶ ἔργοις καὶ ἐννοίᾳ εἰς τὴν Ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων.

• Μοναχός ἐστι, τάξις καὶ κατάστασις ἀσωμάτων, ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐκτελουμένη. Μοναχός ἐστιν, ὁ μόνων τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Μοναχός ἐστι, βία φύσεως διηνεκής, καὶ φυλακὴ αἰσθήσεως ἀνελλιπής. Μοναχὸς ἐστιν, ἡγνισμένον σῶμα καὶ κεκαθαρμένον στόμα καὶ πεφωτισμένος νοῦς. Μοναχός ἐστι, κατώδυνος ψυχή, ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, ἐγρηγορυῖά τε καὶ ὑπνώττουσα.

• Ἀναχώρησις κόσμου ἐστιν, ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως, δι’ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν.

• Μιμείσθω ὁ τὸ ἑαυτοῦ φορτίον τῶν ἁμαρτημάτων ἐξεληλυθὼς σκορπίσαι, τοὺς πρὸ τῶν τάφων καθημένους ἔξω τῆς πόλεως , καὶ μὴ παυσάσθω τῶν θερμῶν καὶ διαπύρων σταγόνων καὶ ἀφώνων ὀλολυγμῶν τῆς καρδίας, ἕως οὗ ἴδῃ τὸν Ἰησοῦν καὶ αὐτὸς ἐληλυθότα, καὶ τὸν λίθον τῆς πωρὠσεως ἐκ τῆς καρδίας ἀποκυλίσαντα, καὶ τὸν νοῦν ἡμῶν Λάζαρον τῶν σειρῶν τῶν ἁμαρτημάτων ἐλευθερώσαντα, καὶ τοῖς ὑπουργοῖς Ἀγγέλοις κελεύσαντα˙ λύσατε αὐτὸν ἐκ τῶν παθῶν, καὶ ἄφετε ὑπάγειν πρὸς τὴν μακαρίαν ἀπάθειαν.

• Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν, οἱ εἰς τὸν οὐρανὸν μετὰ σώματος ἐπιχειρήσαντες δέονται ˙ καὶ μάλιστα ἐν προοιμίοις αὐτῶν τῆς ἀποταγῆς, ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἡ ἀνάλγητος καρδία εἰς φιλοθεΐαν καὶ ἁγνισμόν, διὰ πένθους ἐναργοῦς κατασταθῶσι.

• Μόχθος γὰρ ὄντως, μόχθος, καὶ πλλὴ καὶ ἀόρατος ἡ πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον ἡμῶν κύνα νοῦν καὶ φιλόβρωμον, φιλεπίσκοπόν τινα καὶ φίλαγνον δι’ ἁπλότητος καὶ ἀοργησίας βαθείας καὶ ἐπιμελείας ποιήσομεν˙ πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς καὶ ἀδύνατοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν καὶ τὴν ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν τῇ δεξιᾷ Χριστῷ προσφέροντες καὶ ἐξομολογούμενοι. Καὶ πάντως τὴν αὐτοῦ βοήθειαν καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομισόμεθα˙ ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες.

• Πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι, πάντων καταγελάσονται, πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται.

• Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος, ἀκακία, νηστεία, σωφροσύνη. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν.

• Ὁπόταν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπωλέσῃ τὴν μακαρίαν καὶ ἐπέραστον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας ταύτης ἐστέρηται, καὶ κατ’ἐκείνης ὅλον τὸν πόλεμον καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστιν γὰρ δι’ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰμὴ δι’ ἧς ἐξελήλυθεν.

• Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν˙ ἐπειδὴ εἰς πρόσωπον τῆς ψυχῆς ἡμῶν καθορῶσι, εἰ καὶ οὐχ ὁρῶνται. Κἄν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοιωθέν, τότε καθ’ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν˙ εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα˙ τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται.

• Δίδου κόπους νεότητός σου πλουσίως Χριστῷ καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀπαθείας˙ (…) Κάμωμεν νέοι ζεόντως˙ δράμωμεν νηφόντως˙ ὁ γὰρ θάνατος ἄδηλος.

Πρώτη ἀνάβασις˙ ὁ ἐπιβεβηκώς, μὴ στραφῇς εἰς τὰ ὀπίσω.

Αγία και Μεγάλη Τεσσαρακοστή.Ἀφιέρωμα: ΚΛΙΜΑΞ.




Από την Αποταγή στην Αγάπη, από την Σταύρωσι στην Ανάστασι.
Μελετώντας τον Άγιο Ιωάννη της Κλίμακος:
αφιέρωμα, από την Δευτέρα της πρώτης εβδομάδος των Νηστειών μέχρι την Κυριακή των Βαϊων.Του Θεού συνεργούντος...

Πέμπτη, 4 Φεβρουαρίου 2010

Έστιν θάλασσα. Τις δε νιν κατασβέσει;


ΑΝΔΡΟΜΕΔΑ


Στο στήθος μου η πληγή ανοίγει πάλι
όταν χαμηλώνουν τ' άστρα και συγγενεύουν με το κορμί μου
όταν πέφτει σιγή κάτω απ' τα πέλματα των ανθρώπων

Αυτές οι πέτρες που βουλιάζουν μέσα στα χρόνια ως πού θα με παρασύρουν;
Τη θάλασσα, τη θάλασσα, ποιος θα μπορέσει να την εξαντλήσει;

Βλέπω τα χέρια κάθε αυγή να γνέφουν στο γύπα και στο γεράκι
δεμένη πάνω στο βράχο που έγινε με τον πόνο δικός μου,
βλέπω τα δέντρα που ανασαίνουν τη μαύρη γαλήνη των πεθαμένων
κι έπειτα, τα χαμόγελα, που δεν προχωρούν, των αγαλμάτων

Γ.Σ.

Κάτω Ιταλία: Grecano