Τρίτη, 30 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 16η.


Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν.

Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει.

Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ

ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς,

Μάγοι ἐκ Περσίδος,

τὸ τρισόκλεον δῶρον προσκομίσατε.

Ποιμένες ἀγραυλοῦντες,

τὸν τρισάγιον ὕμνον μελῳδήσατε.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Δευτέρα, 29 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 15η.


Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον,

ἀλλ̉ οὐρανὸς σε πᾶσιν ἐκήρυξεν,

ὥσπερ στόμα τὸν Ἀστέρα προβαλλόμενος, Σωτήρ.

Καὶ Μάγους σοι προσήνεγκεν,

ἐν πίστει προσκυνοῦντάς σε,

μεθ̉ ὧν ἐλέησον ἡμᾶς.

Κυριακή, 28 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 14η.


Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς,

ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο˙

καὶ σοῦ ένανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς,

ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται.

Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον

αἱ πόλεις γεγένηνται,

καὶ εἰς μίαν Δεσποτείαν Θεότητος,

τὰ ἔθνη ἐπίστευσαν.

Ἀπεγράφησαν οἱ λαοὶ τῷ δόγματι τοῦ Καίσαρος˙

ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος,

σοῦ, τοῦ ἐναθρωπήσαντος Θεοῦ ἡμῶν.

Μέγα σου τὸ ἔλεος, δόξα σοι.

Σάββατο, 27 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 13η.

Τί σοι προσενέγκωμεν, Χριστέ,

ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι’ἡμᾶς;

Ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων

τὴν εὐχαριστίαν σοὶ προσάγει˙

οἱ Ἄγγελοι τὸν ὕμνον,

οἱ οὐρανοὶ τὸν Ἀστέρα,

οἱ Μάγοι τὰ δῶρα,

οἱ Ποιμένες τὸ θαῦμα,

ἡ γῆ τὸ Σπήλαιον,

ἡ ἔρημος τὴν Φάτνην,

ἡμεῖς δὲ Μητέρα Παρθένον.

Ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἡμᾶς.

Παρασκευή, 26 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 12η.


Ἡ Βασιλεία σου Χριστὲ ὁ Θεός,

Βασιλεία πάντων τῶν αἰώνων,

καὶ ἡ Δεσποτεία σου έν πάσῃ γενεὰ καὶ γενεά.

Ὁ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου

καὶ ἐκ τῆς Ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας,

φῶς ἡμῖν ἔλαμψας Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ˙

φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα,

πᾶσαν κτῖσιν ἐφαίδρυνας.

Πᾶσα πνοὴ αἰνεῖ Σε,

τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός.

Ὁ ὤν καὶ προὼν καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός,

ἐλέησον ἡμᾶς.

Πέμπτη, 25 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 11η.


Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος,

ἐκ τῆς ἁγίας Παρθένου,

πεφώτισται τὰ σύμπαντα.

Ποιμένων γὰρ ἀγραυλούντων

καὶ Μάγων προσκυνούντων,

Ἀγγέλων ἀνυμνούντων,

Ἡρῴδης ἐταράττετο.

Ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη,

Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τετάρτη, 24 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 10η.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,

τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι.

Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται,

ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι,

καὶ τὰ Χερουβεὶμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς.

Κἀγὼ τοὺ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω,

οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς.

Ἡ γὰρ ἀπαῤῥάλακτος εἰκὼν τοῦ Πατρός,

ὁ χαρακτὴρ τῆς ἀϊδιότητος Αὐτοῦ,

μορφὴν δούλου λαμβάνει,

ἐξ Ἀπειρογάμου Μητρὸς προελθών,

οὐ τροπὴν ὑπομείνας˙

ὅ γὰρ ἤν διέμεινε, Θεὸς ὤν ἀληθινός.

Καὶ ὅ οὐκ ἤν προσέλαβεν,

ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν.

Αὐτῷ βοήσωμεν,

Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Τρίτη, 23 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 9η.


Σήμερον γεννᾶται ἐκ Παρθένου,

ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν.

Ῥάκη, καθάπερ βροτὸς σπαργανοῦται,

ὁ τῇ οὐσία ἀναφής.

Θεὸς ἐν φάτνῃ ἀνακλίνεται,

ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ’ ἀρχάς.

Ἐκ μαζῶν γάλα τρέφεται,

ὁ έν τῇ ἐρήμῳ μάννα ὀμβρήσας τῷ Λαῷ.

Μάγους προσκαλεῖται,

ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Δῶρα τούτων αἴρει,

ὁ Υἱός τῆς Παρθένου.

Προσκυνοῦμέν Σου τὴν Γένναν Χριστέ.

Δεῖξον ἡμῖν καὶ τὰ θεῖά Σου Θεοφάνεια.

Δευτέρα, 22 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 8η.

Ὅτε Ἰωσήφ, Παρθένε, λύπῃ ἐτιτρώσκετο

πρὸς Βηθλεὲμ ἀπαίρων,

ἐβόας πρὸς αὐτόν˙

Τί ὁρῶν μὲ ἔγκυον στυγνάζεις καὶ ταράττεσαι,

ἀγνοῶν ὅλως τὸ ἐν ἐμοὶ φρικτὸν μυστήριον;

Λοιπὸν ἀπόθου φόβον ἅπαντα,

τὸ παράδοξον ἐννοῶν.

Θεὸς κάτεισι γὰρ ἐπὶ γῆς δι̉ ἔλεον,

ἐν τῇ ἐμῇ μήτρᾳ νῦν,

καὶ σάρκα προσελάβετο˙

ὅνπερ τικτόμενον ὄψει, ὡς ηὐδόκησε,

καὶ τῆς χαρᾶς πλησθεὶς,

προσκυνήσεις ὡς Κτίστην σου,

ὅν Ἄγγελοι ὑμνοῦσιν ἀπαύστως, καὶ δοξάζουσι,

σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.

Κυριακή, 21 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 7η.


Δεῦτε Χριστοφόροι λαοί,

κατίδωμεν θαῦμα,

πᾶσαν ἔννοιαν ἐκπλήττον καὶ συνέχον˙

καὶ εὐσεβῶς προσκυνοῦντες

πίστει ἀνυμνήσωμεν.

Σήμερον πρὸς τὴν Βηθλεὲμ

ἐγκυμονοῦσα Κόρη παραγίνεται,

τοῦ γεννῆσαι τὸν Κύριον,

χοροὶ δὲ Ἀγγέλων προτρέχουσι.

Καὶ ταῦτα βλέπων ἐβόα Ἰωσὴφ ὁ Μνήστωρ˙

Τι τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε,

καὶ πῶς μέλλεις λοχεῦσαι,

ἡ ἀπειρόζυγος Δάμαλις;

Σάββατο, 20 Νοεμβρίου 2010

Ἀλληλούϊα

Ὕμνοι Χριστουγέννων-ἡμέρα 6η.


Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ˙

σαλευθήτω τὰ θεμέλια,

ἐπιλαβέτω τρόμος τὰ καταχθόνια˙

ὅτι ὁ Θεός τε καὶ Κτίστης σαρκὸς εἰσέδυ πλάσιν,

καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν,

σπλάγχνον ὁρᾶται πλάσματος.

Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!

Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ

καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!

Παρασκευή, 19 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 5η.

Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως

καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν

ἐν Βηθλεέμ πρὸς ἡμᾶς ἐμφανῶς.

Καὶ νοῦν καθαρθέντες,

τῷ βίῳ προσενέγκωμεν, ἀρετὰς ἀντὶ μύρου,

προευτρεπίζοντες πιστῶς τῶν Γενεθλίων τὰς εἰσόδους,

ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες˙

Ἐν ὑψίστοις δόξα Θεῷ τῷ ἐν Τριάδι,

δι̉ οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη,

τὸν Ἀδὰμ ἐκλυτρώσασθαι τῆς ἀρχεγόνου ἀρᾶς,

ὡς φιλάνθρωπος.

Πέμπτη, 18 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 4η.


Ἰωσήφ, εἰπὲ ἡμῖν,

πῶς ἐκ τῶν Ἁγίων ἥν παρέλαβες Κόρην,

ἔγκυον φέρεις ἐν Βηθλεέμ;

Ἐγώ, φησί, τοὺς Προφήτας ἐρευνήσας

καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου,

πέπεισμαι,

ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως.

Οὗ εἰς προσκύνησιν

Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι

σὺν δώροις τιμίοις λατρεύοντες.

Ὁ σαρκωθεὶς δι̉ ἡμᾶς,

Κύριε, δόξα σοι.

Τετάρτη, 17 Νοεμβρίου 2010

Close to home

"The day when God is absent, wrote Metropolitan Anthony Bloom in Beginning to Pray,

when He is silent - that is the beginning of prayer.

Not when we have a lot to say, but when we say to God

“I can’t live without You, why are You so cruel and silent?”

This knowledge that we must find or die - makes us break through

to the place where we are in the Presence.

If we listen to what our hearts know of love and longing

and are never afraid of despair,

we find that victory is always there on the other side of it."


Ξένα λόγια από εδώ.

Ὕμνοι Χριστουγέννων-ἡμέρα 3η.


Πρὸ τῆς Γεννήσεως τῆς Σῆς,

τρόμῳ ὁρῶσαι τὸ μυστήριον, Κύριε,

αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο˙

ὡς γὰρ βρέφος νηπιᾶσαι ηὐδόκησας,

ὁ τὸν πόλον κοσμήσας τοῖς ἄστρασι˙

καὶ φάτνῃ τῶν ἀλόγων ἀνακέκλισαι,

ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα˙

τοιαύτῃ γὰρ οἰκονομίᾳ

ἐγνώσθη σου ἡ εὐσπλαγχνίᾳ.

Χριστέ, τὸ Μέγα Ἔλεος, Δόξα Σοι!

Ὕμνοι Χριστουγέννων-ἡμέρα 2η.


Οὗτος ὁ Θεός ἡμῶν,

οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν,

ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς.

Φάτνῃ πενιχρᾷ, Υἱὸς Μονογενής, κείμενος ὁρᾶται βροτός.

Καὶ σπαργάνοις πλέκεται ὁ τῆς δόξης Κύριος.

Καὶ μάγους ἀστὴρ μηνύει εἰς αὐτοῦ προσκύνησιν.

Καὶ ἡμεῖς μελωδοῦμεν,

Τριὰς Ἁγία, σῶσον τὰς ψυχάς ἡμῶν.

Τρίτη, 16 Νοεμβρίου 2010

Ὕμνοι Χριστουγέννων-ἡμέρα 1η.


Σπηλαιον εὐτρεπίζου˙

ἡ Ἀμνὰς γὰρ ἥκει,

ἔμβρυον φέρουσα Χριστόν.

Φάτνη δὲ ὑποδέχου

τὸν τῷ λόγῳ λύσαντα

τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς.

Ποιμένες ἀγραυλοῦντες,

μαρτυρεῖτε θαῦμα τὸ φρικτόν˙

καὶ Μάγοι ἐκ Περσίδος,

χρυσόν καὶ λίβανον καὶ σμύρναν

τῷ Βασιλεῖ προσάξατε˙

ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός˙

ὅνπερ καὶ κύψασα δουλικῶς ἡ Μήτηρ προσεκύνησε.

Καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αύτῆς˙

Πῶς ἐνεσπάρης μοι, ἤ πῶς μοι ἐνεφύης,

ὁ Λυτρωτής μου καὶ Θεός;

Σάββατο, 6 Νοεμβρίου 2010

Κλίμακος ανάγνωσμα


Γίνου σπουδαῖος ψυχῇ, μηδόλως σώματι τοῦτο ἐμφαίνων˙

μὴ σχήματι˙ μὴ λόγω˙ μὴ αἰνίγματι˙

καὶ τοῦτο εἵπερ τοῦ ἐξουδενεῖν τὸν πλησίον πέπαυσαι˙

εἰ δὲ πρόχειρος εἰς τοῦτο καθέστηκας,

γίνου τοῖς ἀδελφοῖς σου ὅμοιος καὶ μὴ τῇ οἰήσει ἀνόμοιος.