Πέμπτη, 8 Μαρτίου 2012

Μεγάλη Τεσσαρακοστή



Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν,
ἡττηθέντες τῆς πικρᾶς γεύσεως,
καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλ' ἐπανάγωμεν πρὸς μετάνοιαν,
καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος,
ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι,
ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν,
ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες,
καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ,
ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως,
τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν,
ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν,
ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως.